Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.149 Joseph. AJ 9.154 (English) >>Joseph. AJ 9.159

9.152προσέταξε δὲ κἂν βοηθῶν τις προσέλθῃ κἀκεῖνον ἀνελεῖν. ἐλλαβόμενοι τοίνυν τῆς Ὀθλίας οἱ προστεταγμένοι τὴν ἀναίρεσιν αὐτῆς ἐπὶ τὴν πύλην τῶν ἡμιόνων τοῦ βασιλέως ἤγαγον κἀκεῖ διεχρήσαντο. 9.153

Ὡς δὲ τὰ περὶ τὴν Ὀθλίαν τοῦτον ἐστρατηγήθη τὸν τρόπον συγκαλέσας τόν τε δῆμον καὶ τοὺς ὁπλίτας Ἰώδας εἰς τὸ ἱερὸν ἐξώρκωσεν εὐνοεῖν τῷ βασιλεῖ καὶ προνοεῖν αὐτοῦ τῆς σωτηρίας καὶ τῆς ἐπὶ πλεῖον ἀρχῆς· ἔπειτʼ αὐτὸν τὸν βασιλέα τιμήσειν τὸν θεὸν καὶ μὴ παραβῆναι τοὺς Μωσήους νόμους δοῦναι πίστιν ἠνάγκασε. 9.154καὶ μετὰ ταῦτʼ εἰσδραμόντες τὸν τοῦ Βαὰλ οἶκον, ὃν Ὀθλία τε καὶ ἀνὴρ αὐτῆς Ἰώραμος κατεσκεύασεν ἐφʼ ὕβρει μὲν τοῦ πατρίου θεοῦ τιμῇ δὲ Ἀχάβου κατέσκαψαν καὶ τὸν ἔχοντα τὴν ἱερωσύνην αὐτοῦ Μάθαν ἀπέκτειναν. 9.155τὴν δʼ ἐπιμέλειαν καὶ φυλακὴν τοῦ ἱεροῦ τοῖς ἱερεῦσι καὶ Ληουίταις ἐπέτρεψεν Ἰώδας κατὰ τὴν Δαυίδου τοῦ βασιλέως διάταξιν κελεύσας αὐτοὺς δὶς τῆς ἡμέρας ἐπιφέρειν τὰς νενομισμένας τῶν ὁλοκαυτώσεων θυσίας καὶ θυμιᾶν ἀκολούθως τῷ νόμῳ. ἀπέδειξε δέ τινας τῶν Ληουιτῶν καὶ πυλωροὺς ἐπὶ φυλακῇ τοῦ τεμένους, ὡς μηδένα μεμιασμένον παριέναι λανθάνοντα. 9.156

Τούτων δʼ ἕκαστα διατάξας μετὰ τῶν ἑκατοντάρχων καὶ ἡγεμόνων καὶ τοῦ λαοῦ παντὸς ἐκ τοῦ ἱεροῦ παραλαβὼν ἄγει τὸν Ἰώασον εἰς τὸ βασίλειον, καὶ καθίσαντος ἐπὶ τὸν βασιλικὸν θρόνον ἐπευφήμησέ τε τὸ πλῆθος καὶ πρὸς εὐωχίαν τραπέντες ἐπὶ πολλὰς ἑώρτασαν ἡμέρας· μέντοι γε πόλις ἐπὶ τῷ τὴν Ὀθλίαν ἀποθανεῖν ἡσυχίαν ἤγαγεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.149 Joseph. AJ 9.154 (English) >>Joseph. AJ 9.159

Powered by PhiloLogic